Biblioteca:Fragmentos de Heráclito

De ProleWiki, la enciclopedia proletaria
Revisión del 22:49 30 jun 2024 de Ismael (discusión | contribs.) (Página creada con «<blockquote> * Fuente para los textos en griego: https://heraclitusfragments.com/files/g.html (aún en proceso de transcripción) * Fuente para las traducciones al español: TBD </blockquote> == '''DK B1''' == {| class="wikitable" |+ !Griego !Español |- |τοῦ δὲ λόγου τοῦδ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινο…»)
(difs.) ← Revisión anterior | Revisión actual (difs.) | Revisión siguiente → (difs.)

DK B1

Griego Español
τοῦ δὲ λόγου τοῦδ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει· τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται

DK B2

Griego Español
τοῦ λόγου δ' ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν

DK B3

Griego Español
[περὶ μεγέθους ἡλίου] εὖρος ποδὸς ἀνθρωπείου

DK B4

Latín Español
Si felicitas esset in delectationibus corporis, boves felices diceremus, cum inveniant orobum ad comedendum.

DK B5

Griego Español
καθαίρονται δ' ἄλλως αἵματι μιαινόμενοι, ὁκοῖον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοιτο· μαίνεσθαι δ' ἂν δοκέοι εἴ τις μιν ἀνθρώπων ἐπιθράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ' ἥρωας οἵτινές εἰσι

DK B6

Griego Español
ὁ ἥλιος ... καθάπερ ὁ Ἡράκλειτός φησι, νέος ἐφ' ἡμέρῃ ἐστίν

DK B7

Griego Español
εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.

DK B8

Griego Español
τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατ' ἔριν γίνεσθαι

DK B9

Griego Español
ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, ὄνους σύρματ' ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις

DK B10

Griego Español
συλλάψιες· ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα

DK B11

Griego Español
πᾶν γὰρ ἑρπετὸν πληγῇ νέμεται

DK B12

Griego Español
ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ

DK B13

Griego Español
ὕες βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι

DK B14

Griego Español
τὰ γὰρ νομιζόμενα κατ' ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυενται

DK B15

Griego Español
εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ' ἄν· ὡυτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν

DK B16

Griego Español
τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;

DK B17

Griego Español
οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκοίσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι

DK B18

Griego Español
ἐὰν μὴ ἔλπηται ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον

DK B19

Griego Español
ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ' εἰπεῖν

DK B20

Griego Español
γενόμενοι ζώειν ἐθέλουσι μόρους τ' ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι

DK B21

Griego Español
θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος

DK B22

Griego Español
χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον

DK B23

Griego Español
Δίκης ὄνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν

DK B24

Griego Español
ἀρηϊφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι

DK B25

Griego Español
μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι

DK B26

Griego Español
ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑαυτῷ [ἀποθανὼν] ἀποσβεσθεὶς ὄψεις, ζῶν δὲ ἅπτεται τεθνεῶτος εὔδων, [ἀποσβεσθεὶς ὄψεις], ἐγρηγορὼς ἅπτεται εὕδοντος

DK B27

Griego Español
ἀνθρώπους μένει ἀποθανόντας ἄσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν

DK B28

Griego Español
δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· [καὶ μέντοι καὶ] Δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας

DK B29

Griego Español
αἱρεῦνται γὰρ ἒν ἀντὶ ἀπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν· οἱ δὲ πολλοὶ κεκόρηνται ὄκωσπερ κτήνεα

DK B30

Griego Español
κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὐτε ἀνθρώπων ἐποίησεν, ἀλλ' ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα

DK B31

Griego Español
πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ ...

θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ

DK B32

Griego Español
ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα

DK B33

Griego Español
νόμος καὶ βουλῇ πείθεσθαι ἑνός

DK B34

Griego Español
ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι

DK B35

Griego Español
χρὴ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι

DK B36

Griego Español
ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή

DK B37

Latín Español
Sues caeno cohortales aves pulvere vel cinere lavari

DK B38

Griego Español
δοκεῖ [Θαλῆς] δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι ... μαρτυρεῖ δ' αὐτῷ καὶ Ἡράκλειτος καὶ Δημόκριτος

DK B39

Griego Español
ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων

DK B40

Griego Español
πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον

DK B41

Griego Español
ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων

DK B42

Griego Español
τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως

DK B43

Griego Español
ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαῖήν

DK B44

Griego Español
μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος

DK B45

Griego Español

DK B46

Griego Español

DK B47

Griego Español

DK B48

Griego Español

DK B49

Griego Español

DK B50

Griego Español

DK B51

Griego Español

DK B52

Griego Español

DK B53

Griego Español

DK B54

Griego Español

DK B55

Griego Español

DK B56

Griego Español

DK B57

Griego Español

DK B58

Griego Español

DK B59

Griego Español

DK B60

Griego Español

DK B61

Griego Español

DK B62

Griego Español

DK B63

Griego Español

DK B64

Griego Español

DK B65

Griego Español

DK B66

Griego Español

DK B67

Griego Español

DK B68

Griego Español

DK B69

Griego Español

DK B70

Griego Español

DK B71

Griego Español

DK B72

Griego Español

DK B73

Griego Español

DK B74

Griego Español

DK B75

Griego Español

DK B76

Griego Español

DK B77

Griego Español

DK B78

Griego Español

DK B79

Griego Español

DK B80

Griego Español

DK B81

Griego Español

DK B82

Griego Español

DK B83

Griego Español

DK B84

Griego Español

DK B85

Griego Español

DK B86

Griego Español

DK B87

Griego Español

DK B88

Griego Español

DK B89

Griego Español

DK B90

Griego Español

DK B91

Griego Español

DK B92

Griego Español

DK B93

Griego Español

DK B94

Griego Español

DK B95

Griego Español

DK B96

Griego Español

DK B97

Griego Español

DK B98

Griego Español

DK B99

Griego Español

DK B100

Griego Español

DK B101

Griego Español

DK B102

Griego Español

DK B103

Griego Español

DK B104

Griego Español

DK B105

Griego Español

DK B106

Griego Español

DK B107

Griego Español

DK B108

Griego Español

DK B109

Griego Español

DK B110

Griego Español

DK B111

Griego Español

DK B112

Griego Español

DK B113

Griego Español

DK B114

Griego Español

DK B115

Griego Español

DK B116

Griego Español

DK B117

Griego Español

DK B118

Griego Español

DK B119

Griego Español

DK B120

Griego Español

DK B121

Griego Español

DK B122

Griego Español

DK B123

Griego Español

DK B124

Griego Español

DK B125

Griego Español

DK B126

Griego Español

DK B127

Griego Español

DK B128

Griego Español

DK B129

Griego Español